1. |
Hipponion
05:22
|
|||
Μναμοσύνας τόδε ἔργον, ἐπεὶ ἂν μελλήσι θανέσθαι
εἰς Ἀΐδαο δόμοις εὐρέας. ἔστ᾽ ἐπι δεξιὰ κρήνα,
πὰρ δ᾽αὐταν ἑστακῦα λευκὰ κυπάρισος.
4 ἔνθα κατερχόμεναι ψυκαὶ νεκύων ψύχονται.
ταύτας τᾶς κράνας μηδὲ σχεδὸν ἐνγύθεν ἔλθης.
πρόσθεν δὲ ἓυρήσεις τᾶς Μναμοσύνας ἀπὸ λίμνας
ψυχρὸν ὕδωρ προρέον. φύλακες δὲ ἐπύπερθεν ἔασι.
8 τοὶ δέ σε εἰρήσονται ἐν φρασὶ πευκαλίμαισι
ὅ τι δὴ σε ἐξερέεις Ἄϊδος σκότος ὀρφήεντος
εἶπον. ὑὸς Γᾶς ἠμί και Oὐρανοῦ ἀστερόεντος.
δίψαι δ᾽ ἠμ᾽ αὖος καὶ ἀπόλλυμαι. ἀλλὰ δότ᾽ ὦκα
12 ψυχρὸν ὕδωρ πιέναι τῆς Μνημοσύνης ἀπὸ λίμνας.
καὶ δή τοι ἐρῶσιν ὑποχθονίωι βασιλῆϊ.
καὶ δή τοι δώσωσι πιεν τῆς Μναμοσύνας ἀπὸ λίμνας.
καὶ δὴ και σὺ πιὼν ὁδὸν ἔρχεαι, ἄν τε καὶ ἄλλοι
16 μύσται και βάχχοι ἳερὰν στείχωσι κλεινοί.
|
||||
2. |
Thurioi I
10:07
|
|||
Ἀλλ᾽ ὁπόταμ ψυχὴ προλίπηι φάος ἀελίοιο,
δεξιὸν […] δ᾽ ἐξιέναι πεφυλαγμένον εὖ μάλα πάντα.
χαῖρε παθὼν τὸ πάθημα τὸ δ᾽ οὒπω πρόσθε ἐπεπόνθεις.
Θεὸς ἐγένου ἐξ ανθρώπου. ἔριφος ἐς γάλα ἔπετες.
5 χαῖρε, χαῖρε. δεξιὰν ὁδοιπόρει
λειμῶνας τε ἱεροὺς καὶ ἄλσεα Φερσεφονείας.
|
||||
3. |
Thurioi II
12:15
|
|||
Ἔρχομαι ἐκ κοθαρῶν κοθαρά, χθονίων βασίλεια
Εὐκλῆς Εὐβῶλεύς τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι.
καὶ γὰρ ἐγὼν ὑμῶν γένος εὔχομαι ὄλβιον εἶναι.
4 ποινάν δ᾽ἀνταπέτεισ᾽ ἔργων ἓνεκα οὔτι δικαίων.
εἴτε με Μοῖρα ἐδαμάσσατο εἴτε ἀστεροπῆτα κεραύνων.
νῦν δὲ ἱκέτις ἥκω παραὶ ἁγνην Φερσέφονειαν,
ὣς με πρόφρων πέμψηι ἕδρας ἐς εὐαγέων.
8 κύκλῶ δ᾽ ἐξέπταν βαρυπενθέος ἀργαλέοιο,
ἱμερτῶ δ᾽ ἐπέβαν στεφάνῶ ποσὶ καρπαλίμοισι.
Δεσσποίνας δὲ ὑπὸ κόλπον ἔδυν χθονίας βασιλείας.
ἱμερτῶ δ᾽ ἐπέβαν στεφάνῶ ποσὶ καρπαλίμοισι.
12 ὄλβιε καὶ μακαριστέ, θεὸς δ᾽ ἔσηι ἀντὶ βροτοῖο.
ἔριφος ἐς γάλ᾽ ἔπετον.
|
||||
4. |
Eleftherna
04:04
|
|||
Δίψαι αὖος ἐγὼ καὶ ἀπόλλυμαι. ἀλλὰ πιέν μοι
κράνας αἰειρόω ἐπὶ δεξιά τῆς κυφάρισος.
τίς δ᾽ ἐτσί, πῶ δ᾽ ἐτσί; Γᾶς υἱός ἠμι καὶ ᾽Ωρανῶ ἀστερόεντος.
|
||||
5. |
Pelinna
12:34
|
|||
Νῦν ἔθανες καὶ νῦν ἐγένου, τρισόλβιε, ἄματι τωῖδε.
εἰπεῖν Φερσεφόναι σ᾽ ὅτι Βακχιος αὐτὸς ἔλυσε.
ταῦρος εἰς γάλα ἔθορες,
αἶψα εἰς γάλα ἔθορες,
5 κριὸς εἰς γάλα ἔπεσες.
οἶνον ἔχεις εὐδαίμονα τιμήν
κἀπιμένει σ᾽ ὑπὸ γῆν τέλεα ἅσσαπερ ὄλβιοι ἄλλοι.
|
||||
6. |
Ferai
14:49
|
|||
πἐμπε με πρὸς μυστῶν θιάσους. ἔχω ὄργια Βάκχου
Δήμητρος Χθονίας τε τέλη καὶ Μητρὸς Ὀρείας.
Σύμβολα. ᾽Ανδρικε-
παιδόθυρσον, ἀνδρικεπαι-
5 δόθυρσον. Βριμώ, Βριμώ. εἴσιθι
ἱερὸν λειμῶνα. ἄποινος
γὰρ ὁ μύστης.
ΓΑΠΕΔΟΝ
|
Streaming and Download help
If you like ADDANARRI, you may also like:
Bandcamp Daily your guide to the world of Bandcamp